Σάββατο 30 Ιανουαρίου 2010

Ύμνοι των Τριών Ιεραρχών από τη Βυζαντινή χορωδία της Χ.Φ.Δ.


Ύμνοι των Τριών Ιεραρχών
Νείλου τοῦ Ξανθοπούλου
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν 

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις∙ Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι,καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες∙ οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι∙ οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι∙ Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία∙ ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι∙ τοῦ Λόγου οἱ πρόμαχοι∙ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος∙ οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον∙ οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος∙ ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις∙ τὰ ἄνθη τὰ εὔοσμα,
στερεώματος Ἥλιος∙ ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις∙ τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα, ὁ Θεολόγος ὁ σοφός τε Βασίλειος, ὁ Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Παραδείσου τὰ κάλλιστα, ὁ Θεολόγος ὁ σοφός τε Βασίλειος, ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος. Πλάκες αἱ θεοχάρακτοι∙ μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα, τὸ τῆς σοφίας ἀγλάϊσμα, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων∙ χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν Διδασκάλων ἡμῶν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις, τρεῖς καλλιρρόους ἀειζώους τοῦ Πνεύματος∙ ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν∙ οἱ φιλόσοφοι τοὺς σοφούς, οἱ Ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦντας, τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τοὺς κυβερνήτας, οἱ πάντες τοὺς κυβερνήτας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, θείους Ἀρχιεράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν∙ Πανάγιοι Διδάσκαλοι, σπεύσατε ἐξελεῖν τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.

Πηγή: http://www.youtube.com/user/xfdthess

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου